Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.356 Joseph. AJ 12.360 (English) >>Joseph. AJ 12.365

12.358ὥστε θαυμάζειν Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι· τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον. 12.359εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφʼ ἡμῶν ἀληθῆ νομιζόντων. 12.360

δʼ Ἀντίοχος πρὶν τελευτᾶν καλέσας Φίλιππον ἕνα τῶν ἑταίρων τῆς βασιλείας αὐτὸν ἐπίτροπον καθίστησιν, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν καὶ τὸν δακτύλιον Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ ταῦτα ἐκέλευσε κομίσαντα δοῦναι, δεηθεὶς προνοῆσαι τῆς ἀνατροφῆς αὐτοῦ καὶ τηρῆσαι τὴν βασιλείαν ἐκείνῳ. 12.361ἀπέθανεν δὲ Ἀντίοχος ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει. Λυσίας δὲ τὸν θάνατον αὐτοῦ δηλώσας τῷ πλήθει τὸν υἱὸν αὐτοῦ Ἀντίοχον, αὐτὸς γὰρ εἶχεν τὴν ἐπιμέλειαν, ἀποδείκνυσι βασιλέα καλέσας αὐτὸν Εὐπάτορα. 12.362

Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὶ καὶ φυγάδες τῶν Ἰουδαίων πολλὰ τοὺς Ἰουδαίους εἰργάσαντο· τοὺς γὰρ ἀναβαίνοντας εἰς τὸ ἱερὸν καὶ θῦσαι βουλομένους ἐξαίφνης ἐκτρέχοντες οἱ φρουροὶ διέφθειραν· ἐπέκειτο γὰρ τῷ ἱερῷ ἄκρα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.356 Joseph. AJ 12.360 (English) >>Joseph. AJ 12.365

Powered by PhiloLogic